TLG 1174 002 :: ARCHEMACHUS :: Fragmenta ARCHEMACHUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 314–316.
Citation: Fragment — (line) | ||
t1-5 | ΕΥΒΟΪΚΑ. | |
1-3a | E LIBRO TERTIO. | |
1 | Athenaeus VI: Ἀρχέμαχος δ’ ἐν τῇ τρίτῃ Εὐβοϊκῶν «Βοιωτῶν (φησὶ) τῶν τὴν Ἀρναίαν | |
κατοικισάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θετταλοῖς | 314 | |
5 | δουλεύειν καθ’ ὁμολογίας, ἐφ’ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας, οὔτε ἀποκτενοῦσιν· αὐτοὶ δὲ, τὴν χώραν αὐτοῖς ἐργαζόμενοι, τὰς συντάξεις ἀποδώσουσιν. Οὗτοι οὖν, οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παρα‐ δόντες ἑαυτοὺς, ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ | |
---|---|---|
10 | πενέσται. Καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπο‐ ρώτεροι.» | |
2 | Clemens Alex. Strom. I, 21: Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα (Ὅμη‐ ρον) Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως (φησί). | |
5 | Ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ. | |
3 | Harpocratio: Κοτύλαιον ὄρος· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος. Ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γʹ Εὐβοϊκῶν φησί· «Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ νῦν ἀπ’ ἐκείνου Κοτύλαιον | |
5 | καλούμενον.» | |
3a | Apud Stephan. Byz. legitur Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὡς Ἀντίμαχος ἐν Ἀρτέμιδος βʹ. | |
t4 | E LIBRO QUARTO. | |
4 | Harpocratio: Ἁλόννησος, νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέλαος ἐν δʹ Εὐβοϊκῶν. Μνη‐ μονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς Περὶ Ἁλοννήσου καὶ | |
5 | Θεόπομπος ἐν δʹ καὶ Ἀναξιμένης ἐν δʹ Φιλιππικῶν. | |
5(t) | E LIBRO INCERTO | |
1 | Plinius H. N. VII: Longa nave primum navigasse ... Archemachus (dicit) Aegaeo‐ nem. | |
t6-9 | ΜΕΤΩΝΥΜΙΑΙ. | |
6 | Schol. Apoll. Rhod. IV, 262: Πάντων ἀρχαιο‐ τάτους εἶναι Αἰγυπτίους Ἀρχέ‐ μαχος ἐν ταῖς Μετωνυμίαις. | |
7 | Plutarch. De Is. et Os. c. 27: Οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέμαχος εἴρηκεν ὁ Εὐβοεὺς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης, τὸ χρηστήριον ἐν Κα‐ | |
5 | νώβῳ Πλούτωνος ἡγούμενος εἶναι. | |
8 | Strabo X: Ἀρχέμαχος δʹ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι· συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν, καὶ αὐτοὺς κα‐ | |
5 | τέσπων, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δ’ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι· μετοικῆσαι δ’ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ | |
περὶ Πλευρῶνα χωρία· τοὺς δὲ πέραν οἰκοῦντας τοῦ Ἀχελῴου, διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς, | 315 | |
10 | Ἀκαρνᾶνας καλεῖσθαι. | |
9 | Schol. Pind. Pyth. III, 120: Τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι, ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ, Ἀρ‐ | |
χέμαχος δὲ ἀπὸ τῶν ἀπολλυμένων ἐν αὐτῷ Ἰαόνων. | 316 |